Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.256 Joseph. BJ 3.262 (English) >>Joseph. BJ 3.269

3.260βαλλόντων δὲ τὰς ἐπιβατηρίους μηχανὰς αὐτοὺς προπηδᾶν καὶ διὰ τῶν ἰδίων ὀργάνων ἀπαντᾶν τοῖς πολεμίοις, ἀγωνίζεσθαί τε ἕκαστον οὐχ ὡς ὑπὲρ σωθησομένης, ἀλλʼ ὡς ὑπὲρ ἀπολωλυίας ἤδη τῆς πατρίδος ἀμυνόμενον, 3.261λαμβάνειν τε πρὸ ὀφθαλμῶν σφαγησομένους γέροντας καὶ τέκνα καὶ γυναῖκας ἀναιρεθησομένας ὑπὸ τῶν ἐχθρῶν ὅσον οὐδέπω, καὶ τὸν ἐπὶ ταῖς μελλούσαις συμφοραῖς θυμὸν προαλίσαντας ἐναφεῖναι τοῖς δράσουσιν αὐτάς. 3.262

Ἔταξεν μὲν οὖν οὕτως ἑκάτερον· τὸ δʼ ἀργὸν ἀπὸ τῆς πόλεως· πλῆθος, γύναια καὶ παῖδες, ὡς ἐθεάσαντο τριπλῇ μὲν φάλαγγι τὴν πόλιν ἐζωσμένην, οὐδὲν γὰρ εἰς τὴν μάχην μετακεκίνητο τῶν πάλαι φυλακῶν, πρὸς δὲ τοῖς βεβλημένοις τείχεσιν τοὺς πολεμίους ξιφήρεις καὶ τὴν καθύπερθεν ὀρεινὴν λαμπομένην ὅπλοις, τά τε βέλη τοῖς τοξόταις ἐπανέχοντα τῶν Ἀράβων, ὕστατόν τινα κωκυτὸν ἁλώσεως συνήχησαν ὡς οὐκ ἀπειλουμένων ἔτι τῶν κακῶν

-- --

ἀλλʼ ἤδη παρόντων. 3.263 δὲ Ἰώσηπος τὰς μὲν γυναῖκας, ὡς μὴ θηλύνοιεν οἴκτῳ τὰς ὁρμὰς τῶν σφετέρων, κατακλείει ταῖς οἰκίαις μετʼ ἀπειλῆς ἡσυχάζειν κελεύσας· αὐτὸς δὲ ἐπὶ τῶν ἐρειφθέντων ἔλαχεν παρῄει. 3.264τοῖς μὲν οὖν καθʼ ἕτερα προσφέρουσι τὰς κλίμακας οὐ προσεῖχεν, ἀπεκαραδόκει δὲ τὴν ὁρμὴν τῶν βελῶν. 3.265

Ὁμοῦ δʼ οἵ τε σαλπικταὶ τῶν ταγμάτων ἁπάντων συνήχησαν καὶ δεινὸν ἐπηλάλαξεν στρατιά, καὶ πάντοθεν ἀφιεμένων ἀπὸ συνθήματος τῶν βελῶν τὸ φῶς ὑπετέμνετο.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.256 Joseph. BJ 3.262 (English) >>Joseph. BJ 3.269

Powered by PhiloLogic